Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.178 Joseph. AJ 6.183 (English) >>Joseph. AJ 6.187

6.181

Τοῦ δὲ Σαούλου τὸ μὲν τολμηρὸν αὐτοῦ καὶ τὴν εὐψυχίαν θαυμάζοντος, οὐ θαρροῦντος δὲ ἐπʼ αὐτῷ διὰ τὴν ἡλικίαν, ἀλλʼ ἀσθενέστερον εἶναι διὰ ταύτην πρὸς εἰδότα πολεμεῖν μάχεσθαι λέγοντος, “ταῦτʼ, εἶπε Δαβίδης, ἐπαγγέλλομαι τῷ θεῷ θαρρῶν ὄντι μετʼ ἐμοῦ· πεπείραμαι γὰρ αὐτοῦ τῆς βοηθείας. 6.182λέοντα γὰρ ἐπελθόντα μού ποτε τοῖς ποιμνίοις καὶ ἁρπάσαντα ἄρνα διώξας καταλαμβάνω καὶ τὸν μὲν ἄρνα τοῦ στόματος ἐξαρπάζω τοῦ θηρὸς, αὐτὸν δʼ ὁρμήσαντα ἐπʼ ἐμὲ τῆς οὐρᾶς βαστάσας καὶ προσρήξας τῇ γῇ διαφθείρω. 6.183ταὐτὸ δὲ καὶ ἄρκον ἀμυνόμενος διατίθεμαι. νομιζέσθω δὴ καὶ πολέμιος ἐκείνων εἶναι τῶν θηρίων ὀνειδίζων ἐκ πολλοῦ τὴν στρατιὰν καὶ βλασφημῶν ἡμῶν τὸν θεὸν, ὃς αὐτὸν ὑποχείριον ἐμοὶ θήσει.” 6.184

Τῇ προθυμίᾳ τοιγαροῦν καὶ τῇ τόλμῃ τοῦ παιδὸς ὅμοιον γενέσθαι τέλος παρὰ τοῦ θεοῦ Σαοῦλος εὐξάμενοςἄπιθι, φησί πρὸς τὴν μάχην.” καὶ περιθεὶς αὐτῷ τὸν αὑτοῦ θώρακα καὶ περιζώσας τὸ ξίφος καὶ περικεφαλαίαν ἁρμόσας ἐξέπεμψεν. 6.185 δὲ Δαβίδης βαρυνόμενος ὑπὸ τῶν ὅπλων, οὐκ ἐγεγύμναστο γὰρ οὐδʼ ἐμεμαθήκει φέρειν ὅπλα, “ταῦτα μέν, εἶπεν, βασιλεῦ, σὸς ἔστω κόσμος τοῦ βαστάζειν δυναμένου, συγχώρησον δὲ ὡς δούλῳ σου καὶ ὡς ἐγὼ βούλομαι μαχεσθῆναι.” τίθησιν οὖν τὰ ὅπλα καὶ τὴν βακτηρίαν ἀράμενος καὶ πέντε λίθους ἐκ τοῦ χειμάρρου βαλὼν εἰς τὴν πήραν τὴν ποιμενικὴν καὶ σφενδόνην ἐν τῇ δεξιᾷ χειρὶ φέρων ἐπὶ τὸν Γολίαθον ἐπορεύετο.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.178 Joseph. AJ 6.183 (English) >>Joseph. AJ 6.187

Powered by PhiloLogic